Ancient Greek · ~1 min
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.2
Not analysed yet
Σήμερον χαρὰ γίνεται ἐν οὐράνῳ καὶ ἐπὶ γῆς. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι τοσαύτη γίνεται ἡδονή, ἐπὶ πλήθει τοσούτῳ ἀθρόον τῶν μὲν τοῦ διαβόλου παγίδων καταγελάσαντι, εἰς δὲ τὴν τοῦ Χριστοῦ ποίμνην ἐγγραφῆναι σπου<δάσαντι πόσῳ μᾶλλον χαρὰ γίνεται τοῖς ἀγγέλοις καὶ τοῖς ἀρχαγγέλοις καὶ πᾶσι ταῖς ἄνω δυνά>μεσι καὶ πᾶσι τοῖς ἐπὶ τῆς γῆς.