Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.14
Not analysed yet
Εἰ τοίνυν ἐπὶ τῶν αἰσθητῶν πραγμάτων μυστήριον καὶ μέγα μυστήριόν ἐστι, τί ἄν τις εἴποι κατ' ἀξίαν ἐπὶ τοῦ πνευματικοῦ τούτου γάμου; Ὅρα δὲ λοιπὸν ἀκριβῶς πῶς ἐπειδὴ πάντα πνευματικά ἐστι τὰ ἐνταῦθα, ἀπεναντίας τοῖς αἰσθητοῖς ἐπιτελεῖται τὰ γινόμενα. Ἐπὶ μὲν γὰρ τοῦ γάμου τοῦ αἰσθητοῦ οὐκ ἄν τίς ποτε καταδέξοιτο ἀγαγέσθαι πρότερόν τινα εἰς γυναῖκα μὴ τὴν εὐμορφίαν αὐτῆς περιεργασάμενος καὶ τοῦ σώματος τὴν ὥραν, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ πρὸ τούτων τῶν χρημάτων τὴν εὐπορίαν.