Ancient Greek · ~2 min
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.15
Not analysed yet
Ἐνταῦθα δὲ τοιοῦτον οὐδέν. Διὰ τί; Ἐπειδὴ πνευματικά ἐστι τὰ τελούμενα καὶ ὁ νυμφίος ὁ ἡμέτερος ἀπὸ φιλανθρωπίας ὁρμώμενος ἐπιτρέχει τῇ σωτηρίᾳ τῶν ἡμετέρων ψυχῶν. Κἂν γὰρ ἄμορφος ᾖ τις, κἂν αἰσχρὸς ὀφθῆναι, κἂν πένης πενίαν τὴν ἐσχάτην, κἂν ἀγένης, κἂν δοῦλος, κἂν ἀπερριμμένος, κἂν λώβην σώματος ἔχων, κἂν φορτία ἁμαρτημάτων ἐπιφερόμενος, οὐδὲν ἀκριβολογεῖται οὐδὲ περιεργάζεται οὐδὲ εὐθύνας ἀπαιτεῖ· δωρεὰ γάρ ἐστι καὶ φιλοτιμία καὶ χάρις δεσποτικὴ καὶ ἓν μόνον ἐπιζητεῖ παρ' ἡμῶν, τὴν λήθην τῶν παρελθόντων καὶ τὴν μετὰ ταῦτα εὐγνωμοσύνην.