Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.16
Not analysed yet
Εἶδες χάριτος ὑπερβολήν; Εἶδες οἵῳ νυμφίῳ ἁρμόζονται οἱ τῇ κλήσει πειθόμενοι; Ἀλλ' ἴδωμεν εἰ δοκεῖ καὶ τὰ ἑξῆς τούτου τοῦ γάμου τοῦ πνευματικοῦ. Καθάπερ γὰρ ἐπὶ τῶν αἰσθητῶν γάμων προικῷα συντελεῖται γραμματεῖα καὶ ἕδνα δίδοται καὶ τὰ μὲν ὁ ἀνὴρ προσάγει, τὰ δὲ ἡ μέλλουσα συνάπτεσθαι, εἰκότως καὶ ἐνταῦθα τοιοῦτόν τι γίνεσθαι ἐχρῆν. Δεῖ γὰρ ἀπὸ τῶν σωματικῶν ἐπὶ τὰ θειότερα καὶ πνευματικὰ μετάγειν τὴν διάνοιαν. Τίνα οὖν ἐστιν ἐνταῦθα τὰ προικῷα γραμματεῖα; Τί δὲ ἕτερον ἀλλ' ἢ ὑπακοὴ καὶ αἱ συνθῆκαι αἱ μέλλουσαι πρὸς τὸν νυμφίον συντελεῖσθαι. Καὶ τίνα τὰ ἕδνα ἅπερ ὁ νυμφίος πρὸ τῶν γάμων προσάγει; Ἄκουε τοῦ μακαρίου Παύλου τοῦτο δεικνύντος ἡμῖν καὶ λέγοντος οὕτως· «Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων.»