Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.18
Not analysed yet
Ὁρᾷς πῶς διὰ τοῦ εἰπεῖν· «Καθαρίσει καὶ παραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα», ἐδίδαξεν ἡμᾶς τὴν ἀκαθαρσίαν ἐν ᾗ πρότερον ἐτύγχανεν οὖσα; Ταῦτα δὴ πάντα ἐννοοῦντες, οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, μὴ πρὸς τὸ μέγεθος τῶν οἰκείων ἐφορᾶτε κακῶν μηδὲ τὴν ὑπερβολὴν τῶν ἡμαρτημένων ὑμῖν λογίσησθε· μᾶλλον δὲ, ταῦτα μετ' ἀκριβείας ἀναλογισάμενοι, μηδὲ οὕτως ἐνδοιάσητε ἀλλ' εἰδότες τοῦ δεσπότου τὸ φιλότιμον, τῆς χάριτος τὴν ὑπερβολήν, τῆς δωρεᾶς τὸ μέγεθος, ὅσοι κατηξιώθητε ἐνταῦθα πολιτογραφηθῆναι, μετὰ πολλῆς τῆς εὐγνωμοσύνης προσέλθετε καὶ πάντων τῶν ἤδη προπεπραγμένων ὑμῖν ἀποστάντες ὁλοκλήρῳ τῇ διανοίᾳ τὴν μετάστασιν ἐπιδείξασθε.