Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.19
Not analysed yet
Καὶ ἐπειδὴ ἔγνωτε καλῶς οἵους ὑμᾶς ὄντας καὶ ὅπως διακειμένους ὁ δεσπότης προσίεται, οὐ δίκας ἀπαιτῶν τῶν πλημμεληθέντων οὐδὲ τῶν ἡμαρτημένων τὴν ἐξέτασιν ποιούμενος, καὶ αὐτοὶ τὰ παρ' ἑαυτῶν εἰσενέγκατε οὐ τῇ γλώττῃ μόνον ἀλλὰ καὶ τῇ διανοίᾳ τὰς πρὸς αὐτὸν ὁμολογίας βεβαιοῦντες. «Καρδίᾳ γάρ, φησί, πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» Δεῖ γὰρ καὶ τὴν διάνοιαν ἐστηρίχθαι βεβαίως ἐν τῇ εὐσεβεῖ πίστει καὶ τὴν γλῶτταν διὰ τῆς ὁμολογίας κηρύττειν τὸ πεπηγὸς τῆς διανοίας.