Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.26
Not analysed yet
Ἐννοοῦντες τοίνυν τοῦ φιλανθρώπου Θεοῦ τὴν ὑπερβάλλουσαν δωρεάν, ἤδη ἑαυτοὺς προευτρεπίζετε καὶ τῇ ἀποχῇ τῶν κακῶν καὶ τῇ ἐργασίᾳ τῶν ἀγαθῶν πράξεων· τοῦτο γὰρ καὶ ὁ προφήτης παραινεῖ λέγων· «Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν.» Καὶ αὐτὸς δὲ ὁ Χριστὸς πάσῃ τῇ ἀνθρωπίνῃ φύσει διαλεγόμενος ἔλεγε· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.»