Ancient Greek · ~2 min
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.27
Not analysed yet
Εἴδετε ἀγαθότητος περιουσίαν; Εἴδετε κλήσεως φιλοτιμίαν; «Δεῦτε, φησίν, πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι.» Φιλάνθρωπος ἡ κλῆσις, ἀπόρρητος ἡ ἀγαθότης «Δεῦτε πρός με πάντες», οὐκ ἄρχοντες μόνον ἀλλὰ καὶ ἀρχόμενοι, οὐ πλούσιοι ἀλλὰ καὶ πένητες, οὐκ ἐλεύθεροι ἀλλὰ καὶ δοῦλοι, οὐκ ἄνδρες ἀλλὰ καὶ γυναῖκες, οὐ νέοι ἀλλὰ καὶ γέροντες, οὐχ ὑγιεῖς τὸ σῶμα ἀλλὰ καὶ οἱ ἀνάπηροι καὶ οἱ λελωβημένοι τὰ μέλη, πάντες φησὶν δεῦτε. Τοιαῦτα γὰρ τὰ τοῦ δεσπότου δῶρα· οὐκ οἶδε διαφορὰν δούλου καὶ ἐλευθέρου οὐδὲ πλουσίου καὶ πένητος ἀλλὰ πᾶσα αὕτη ἡ ἀνωμαλία ἐκβέβληται. «Δεῦτε πάντες, φησίν, οἱ κοπιῶντες καὶ πεφορτισμένοι.»