Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.30
Not analysed yet
Εἶδες συγκατάβασιν δεσπότου; Εἶδες φιλανθρωπίαν ἀμήχανον; Μὴ βαρύ τι ἢ ἐπαχθὲς παρ' ἡμῶν ἀπῄτησεν· οὐδὲ γὰρ εἶπεν· Μάθετε ἀπ' ἐμοῦ ὅτι σημεῖα εἰργασάμην, ὅτι νεκροὺς ἤγειρα, ὅτι θαύματα ἐπεδειξάμην, ἅπερ τῆς αὐτοῦ μόνης δυνάμεως ἦν. Ἀλλὰ τί; «Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Εἶδες ὅσον τοῦ ζυγοῦ τούτου τὸ κέρδος, ὅση ἡ ὠφέλεια; Ὁ τοίνυν ὑπὸ τὸν ζυγὸν τοῦτον ἐλθεῖν καταξιωθεὶς καὶ δυνηθεὶς μαθεῖν παρὰ τοῦ δεσπότου πρᾶος εἶναι καὶ ταπεινὸς τῇ καρδία. πᾶσαν αὐτοῦ τῇ ψυχῇ ἀνάπαυσιν προξενήσει. Τοῦτο γάρ ἐστι τὸ κεφάλαιον τῆς σωτηρίας τῆς ἡμετέρας· ὁ ταύτην κεκτημένος τὴν ἀρετὴν δυνήσεται σώματι συμπεπλεγμένος ταῖς ἀσωμάτοις ἁμιλλᾶσθαι δυνάμεσι καὶ μηδὲν ἔχειν κοινὸν πρὸς τὰ παρόντα.