Ancient Greek · ~3 min
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.29
Not analysed yet
Εἶτα διδάσκων ἡμᾶς καὶ τὸν τρόπον τῆς ἀναπαύσεως ἐπήγαγεν· «Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς.» Ὑπέλθετέ μου, φησί, τὸν ζυγόν. Ἀλλὰ μὴ δειλιάσητε ζυγὸν ἀκούοντες· οὐδὲ γὰρ τρίβει τὸν αὐχένα οὐδὲ κάτω νεύειν παρασκευάζει, ἀλλὰ τὰ ἄνω φρονεῖν διδάσκει, τὴν ἀληθῆ φιλοσοφίαν οὗτος ὁ ζυγὸς ἐκπαιδεύει. «Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε·» μόνον ὑπέλθετε τὸν ζυγὸν καὶ μαθήσεσθε· μάθετε τουτέστιν ὑπόσχετε τὴν ἀκοὴν ἵνα μαθεῖν δυνηθῆτε ἀπ' ἐμοῦ. Μὴ γὰρ βαρύ τι παρ' ὑμῶν ἐπιζητῶ. Ὑμεῖς οἱ δοῦλοι ἐμὲ τὸν δεσπότην μιμήσασθε, ὑμεῖς οἱ γῆ καὶ σποδὸς ὄντες τοῦ οὐρανοῦ καὶ γῆς ποιητὴν τὸν ὑμέτερον δημιουργὸν ζηλώσατε. «Μάθετε ἀπ' ἐμοῦ φησιν ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.»