Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.34
Not analysed yet
Μή μοι λοιπὸν περὶ τῶν ἔξω καλλωπισμῶν ἡ φροντὶς γινέσθω μηδὲ περὶ τὴν τῶν ἱματίων πολυτέλειαν ἀλλὰ πᾶσα ἡ σπουδὴ μεταγέσθω ἐπὶ τὴν τῆς ψυχῆς εὐμορφίαν ὥστε τὸ ταύτης κάλλος φαιδρότερον γίνεσθαι. Μή μοι τὰ σηρικὰ ἱμάτια καὶ τὰ τῶν σκωλήκων νήματα μηδὲ τὰ χρυσὰ περιδέρραια. Καὶ γὰρ ὁ τῆς οἰκουμένης διδάσκαλος εἰδὼς μάλιστα τῆς γυναικείας φύσεως τὴν βλακείαν καὶ τῆς γνώμης τὸ εὐόλισθον οὐκ ὤκνησε καὶ περὶ τούτων διατάξασθαι. Τί λέγω ὅτι περὶ τούτων οὐ παρῃτήσατο διδάξαι; Περὶ ἐμπλεγμάτων παραινῶν βοᾷ καὶ λέγει· «Μὴ ἐμπλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ» μονονουχὶ διδάσκων κοσμεῖσθαι βούλει, γύναι, καὶ παρὰ τῶν ὁρώντων ἐπαινεῖσθαι; Ἐγώ σοι τοὺς ὁμογενεῖς ἀνθρώπους ἀλλὰ καὶ τὸν τῶν ὅλων δεσπότην εἰς ἔπαινον καὶ εὐφημίαν ἐκκαλέσομαι.