Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.35
Not analysed yet
Ἐπεὶ δὲ ἐκεῖνον τὸν κόσμον ἐξέβαλε τὸν ἀπὸ τῶν ἐμπλεγμάτων, τὸν ἀπὸ τῶν χρυσίων καὶ μαργαριτῶν καὶ τῶν ἱματίων τῶν πολυτελῶν, ἴδωμεν λοιπὸν ποῖον αὐτῇ περιτίθησι κόσμον. Οὗτος γὰρ ὁ κόσμος ὁ ἐκ τῶν χρυσίων καὶ τῶν ἱματίων, κἂν πρὸς ὀλίγον τέρψῃ τὴν περικειμένην, τῷ χρόνῳ δαπανᾶται· τί λέγω δαπανᾶται; Καὶ πρὸ τῆς δαπάνης τοῦ χρόνου τοὺς τῶν βασκάνων ὀφθαλμοὺς διεγείρει καὶ τοὺς κακούργους πρὸς τὴν ὑφαίρεσιν προτρέπεται. Ὁ δὲ κόσμος ὃν περιτίθησιν αὐτὸς ἀνάλωτος, ἀδαπάνητος, διηνεκής, καὶ ἐνταῦθα συμπαραμένων κἀκεῖ συναποδημῶν καὶ πολλὴν ἡμῖν τὴν παρρησίαν κατασκευάζων.