Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.40
Not analysed yet
Ταῦτα μὴ μικρὰ εἶναι νομίσητε μηδὲ τὰ τυχόντα ἀλλ' ἱκανὰ καταβαπτίσαι ψυχὴν καὶ εἰς αὐτὸν τὸν πυθμένα τῆς κακίας ἀγαγεῖν. Αὕτη γάρ, αὕτη τοῦ πονηροῦ δαίμονος ἡ ἐπιβουλὴ ὥστε καὶ διὰ τῶν μικρῶν ὑποσκελίζειν. Ἀλλ' ὑμεῖς οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται καὶ ἄνδρες καὶ γυναῖκες, τοῦτο γὰρ τὸ τοῦ Χριστοῦ στρατόπεδον οὐκ οἶδε φύσεως διαφοράν, ἐντεῦθεν ἤδη πᾶσαν τοιαύτην συνήθειαν ἐκκόψαντες ὡς μέλλοντες τὸν ἁπάντων βασιλέα ὑποδέχεσθαι, οὕτως ἐκκαθάρατε ὑμῶν τὴν διάνοιαν ὥστε μηδένα ῥύπον ἐπισκοτεῖν τοῖς ὑμετέροις λογισμοῖς.