Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.39
Not analysed yet
Μετὰ δὲ τούτων παρακαλῶ καὶ ἄνδρας καὶ γυναῖκας τοὺς κληδονισμοὺς καὶ τὰς παρατηρήσεις πάντη φεύγειν· ταῦτα γὰρ Ἑλλήνων ἐστὶ καὶ τῶν ἔτι τῇ πλάνῃ προκατειλημμένων ληρήματα, τὸ τοῦ κόρακος τὴν φωνὴν περιεργάζεσθαι καὶ τοῦ μυὸς τὸν ψόφον καὶ τῆς δοκοῦ τὸν τρισμόν, τὸ τὰς ὑπαντήσεις τῶν μὲν αἰσχρῶς βεβιωκότων μεθ' ἡδονῆς δέχεσθαι τὰς δὲ τῶν ἐν εὐλαβείᾳ καὶ σεμνότητι ὡς αἰτίας μυρίων κακῶν φεύγειν. Ὅρα πόσαι τοῦ διαβόλου αἱ μηχαναί· οὐ μόνον γὰρ ἐρήμους ἡμᾶς εἶναι βούλεται τῆς ἀρετῆς καὶ πρὸς τὴν κακίαν νενευκέναι, ἀλλὰ καὶ μῖσος ἡμῖν ἐνθεῖναι κατασκευάζει ὡς καὶ ἀποστρέφεσθαι τοὺς τὴν ἀρετὴν μετιόντας. Καὶ πάλιν οὐ μόνον μετιέναι ἡμᾶς τὰ πονηρὰ βούλεται ἀλλὰ καὶ οἰκειῶσαι ἡμᾶς πρὸς αὐτὰ σπεύδει καὶ ἐπείγεται, παρασκευάζων μεθ' ἡδονῆς αὐτὰ προσίεσθαι.