Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.44
Not analysed yet
Μή, παρακαλῶ, μὴ οὕτω ῥᾳθύμως περὶ τῆς ἑαυτῶν βουλεύεσθε σωτηρίας. Ἐννόει σου τὴν ἀξίαν καὶ αἰδέσθητι· εἰ γὰρ ἐπὶ ἀνθρωπίνῳ τις ἀξιώματι μέγα φρονεῖ καὶ πολλάκις παραιτεῖταί τι διαπράξασθαι ἵνα μὴ ὕβριν τῷ ἀξιώματι προστρίψηται, σὺ τοσοῦτον ἀξίωμα μέλλων κτᾶσθαι οὐκ ὀφείλεις ἤδη σαυτὸν αἰδέσιμον καταστῆσαι; Τὸ γὰρ ἀξίωμά σου τοιοῦτόν ἐστιν ὡς καὶ τῷ παρόντι αἰῶνι συνπαρεκτείνεσθαι καὶ εἰς τὴν μέλλουσάν σοι συναποδημεῖν ζωήν. Τί δὲ τοῦτό ἐστι; Χριστιανὸς ἀκούεις λοιπὸν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καὶ πιστός. Ἰδοὺ οὐχ ἓν ἀξίωμα ἀλλὰ δύο· τὸν Χριστὸν μέλλεις μετ' οὐ πολὺ ἐνδύεσθαι καὶ προσήκει σε ὡς ἐκείνου σοι πανταχοῦ συμπαρόντος οὕτω καὶ πράττειν ἅπαντα καὶ βουλεύεσθαι.