Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.45
Not analysed yet
Ἢ οὐχ ὁρᾷς τοὺς τὰ πολιτικὰ διοικοῦντας πράγματα πῶς ἐπειδὰν ὦσιν ἐσθῆτα περικείμενοι τὰς μορφὰς ἔχουσαν τὰς βασιλικὰς μέγα φρονοῦσι καὶ διὰ τοῦτο βούλονται πλείονος ἀξιοῦσθαι τῆς τιμῆς καὶ δορυφορίας ἀπολαύουσιν. Εἰ τοίνυν ἐκεῖνοι οἱ ἐπὶ ἱματίου τὴν μορφὴν ἔχοντες ἐπικειμένην ἐντεῦθεν εἶναι αἰδέσιμοι βούλονται, πολλῷ μᾶλλον σὺ ὁ αὐτὸν μέλλων ἐνδύεσθαι τὸν Χριστόν. «Ἐνοικήσω γὰρ ἐν ὑμῖν, φησί, καὶ ἐμπεριπατήσω καὶ ἔσομαι ὑμῶν Θεός.»