Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.47
Not analysed yet
Ἂν τοίνυν οὕτω φροντίζητε καὶ ἐπιμελήσησθε τῆς κατὰ ψυχὴν ὑμῶν ὑγείας, καὶ τὸν Θεὸν εἰς πλείονα εὔνοιαν ἐπισπάσεσθε καὶ αὐτοὶ πλείονος ἀπολαύσετε τῆς παρρησίας καὶ ἡμεῖς μετὰ πολλῆς τῆς προθυμίας καὶ τὴν εἰς τὸ ἑξῆς διδασκαλίαν ποιησόμεθα, εἰδότες ὅτι εἰς εὐγνώμονας ἀκοὰς καὶ εἰς λιπαρὰν καὶ βαθύγειον ἄρουραν τὰ πνευματικὰ ταῦτα καταβάλλομεν σπέρματα. Γένοιτο δὲ καὶ ὑμᾶς δαψιλοῦς ἀξιωθῆναι τῆς παρὰ Θεοῦ δωρεᾶς καὶ ἡμᾶς τῆς παρ' αὐτοῦ τυχεῖν φιλανθρωπίας, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.