Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.46
Not analysed yet
Φεύγετε τοίνυν πάντα ταῦτα τὰ πονηρὰ δελεάσματα τοῦ διαβόλου καὶ τῆς εἰς τὴν ἐκκλησίαν εἰσόδου μηδὲν ὑμῖν ἔστω προτιμότερον. Καὶ μετὰ τῆς ἀποχῆς τῶν βρωμάτων καὶ τῆς τῶν κακῶν ἀποχῆς, πολλὴ ἡμῖν γινέσθω τῆς ἀρετῆς ἡ σπουδή· καὶ τὸν καιρὸν ἅπαντα τῆς ἡμέρας διανείμωμεν, τὸν μὲν ἐν εὐχαῖς καὶ ἐξομολογήσεσι, τὸν δὲ ἐν ἀναγνώσει καὶ κατανύξει ψυχῆς καὶ ἡ σπουδὴ ἡμῶν πᾶσα γινέσθω ὥστε περὶ τῶν πνευματικῶν ἡμῖν εἶναι τὰς διαλέξεις. Πολλῆς ἡμῖν δεῖ τῆς ἀκριβείας πρὸς τὸ μὴ ἁλῶναι ταῖς τοῦ πονηροῦ παγίσιν. Εἰ γὰρ ὑπὲρ ἀργοῦ λόγου δίκας ἀπαιτούμεθα, πολλῷ μᾶλλον ὑπὲρ τῶν φλυαριῶν τῶν ἀκαίρων, ὑπὲρ τῶν βιωτικῶν διαλέξεων.