Ancient Greek · ~2 min
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.5
Not analysed yet
Ταῦτα τοίνυν ἀκριβῶς εἰδότες, μάθωμεν σαφῶς τὴν προτέραν αὐτῆς ἀμορφίαν ἵνα θαυμάσωμεν τοῦ δεσπότου τὴν φιλανθρωπίαν. Τί γὰρ ἂν εἴη ταύτης δυσειδέστερον, τῆς τὴν οἰκείαν προεδρίαν καταλιπούσης καὶ τῆς ἄνωθεν εὐγενείας ἐπιλαθομένης, τῆς περὶ λίθους καὶ ξύλα καὶ τὰ ἄλογα καὶ τὰ τούτων ἀτιμότερα τὴν θεραπείαν ἐπιδεικνυμένης καὶ ὑπὸ τῆς κνίσης καὶ τοῦ λύθρου τοῦ αἵματος καὶ τοῦ καπνοῦ τὴν ἀμορφίαν ἐπιτεινούσης; Ἐντεῦθεν γὰρ λοιπὸν καὶ ὁ ποικίλος τῶν ἡδονῶν ἑσμός, οἱ κῶμοι, αἱ μέθαι, αἱ ἀσέλγειαι, πάντα τὰ αἰσχρὰ ἐπιτηδεύματα οἷς καὶ οἱ ὑπ' αὐτῶν θεραπευόμενοι δαίμονες χαίρουσιν.