Ancient Greek · ~1 min
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.4
Not analysed yet
Ἀλλὰ μηδεὶς ταῦτα ἀκούων παρ' ἡμῶν, εἰς σωματικὴν παχύτητα καταπιπτέτω· περὶ γὰρ ψυχῆς ἡμῖν ὁ λόγος καὶ τῆς ταύτης σωτηρίας. Οὐδὲ γὰρ ἡ οὐρανομήκης ἐκείνη ψυχὴ ὁ μακάριος Παῦλος, ἡνίκα ἔλεγεν· «Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ» ἕτερόν τι ἡμῖν ᾐνίξατο ἢ ὅτι τὰς τῇ εὐσεβείᾳ προσελθούσας ψυχὰς ἐκείνας, καθάπερ τινὰ παρθένον ἁγνὴν ἥρμοσε τῷ Χριστῷ.