Ancient Greek · ~1 min
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.7
Not analysed yet
Σκόπει πῶς ἐξ αὐτῶν τῶν προοιμίων τὴν οἰκείαν ἀγαθότητα ἐμφαίνει, θυγατέρα καλέσαι καταξιώσας τὴν οὕτως ἀποσκιρτήσασαν καὶ τοῖς ἀκαθάρτοις δαίμοσιν ἐκδεδωκυῖαν ἑαυτήν· καὶ οὐ τοῦτο μόνον ἀλλ' ὅτι οὐδὲ εὐθύνας ἀπαιτεῖ τῶν πεπλημμελημένων οὐδὲ δίκας εἰσπράττεται ἀλλὰ μόνον παραινεῖ καὶ προτρέπεται ὑποθεῖναι τὴν ἀκοὴν καὶ τὴν παραίνεσιν δέξασθαι καὶ τὴν νουθεσίαν καὶ παρεγγυᾷ λήθην ποιήσασθαι τῶν ἐργασμένων.