Ancient Greek · ~3 min
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.8
Not analysed yet
Εἶδες φιλανθρωπίαν ἄφατον; Εἶδες κηδεμονίας ὑπερβολήν; Ταῦτα γὰρ ὁ μακάριος Δαβὶδ ὡς πρὸς πᾶσαν τὴν οἰκουμένην κακῶς διακειμένην τότε ἐφθέγγετο· καὶ ἡμᾶς δὲ νῦν εὔκαιρον πρὸς τοὺς ἐπιποθήσαντας τὸν τοῦ Χριστοῦ ζυγὸν καὶ εἰς τὴν πνευματικὴν ταύτην στρατολογίαν ἐπιδραμόντας ταῦτα βοᾶν καὶ λέγειν πρὸς ἕκαστον τῶν ἐνταῦθα παρόντων, μικρὸν ὑπαλλάξαντας τὸ προφητικὸν λόγιον· «Ἐπιλάθεσθε, οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, τῶν προτέρων ἁπάντων, λήθην ποιήσασθε τῶν πονηρῶν ἐπιτηδευμάτων· ἀκούσατε καὶ κλίνατε τὸ οὖς ὑμῶν καὶ δέξασθε τὴν ἀρίστην ταύτην νουθεσίαν. «Ἄκουσον, φησίν, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου.»