Ancient Greek · ~3 min
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.9
Not analysed yet
Ὁρᾷς ὅτι τὰ αὐτὰ καὶ ὁ προφήτης τῇ οἰκουμένῃ πάσῃ ἐπαρῄνεσεν ἃ καὶ ἡμεῖς τήμερον παραινοῦμεν τῇ ὑμετέρᾳ ἀγάπῃ. Τῷ γὰρ λέγειν «ἐπιλάθου τοῦ λαοῦ σου», τὴν εἰδωλολατρείαν καὶ τὴν πλάνην εἶπεν αἰνιττόμενος καὶ τὴν πρὸς τοὺς δαίμονας θεραπείαν· «καὶ τοῦ οἴκου, φησί, τοῦ πατρός σου» τουτέστι τῆς προτέρας ἀναστροφῆς ἐπιλάθου, τῆς εἰς ταύτην σε τὴν ἀσχημοσύνην ἀγαγούσης. Ἐκείνων ἁπάντων λήθην ποίησαι καὶ πᾶσαν ἐκείνην τὴν πρόληψιν ἔκβαλε τῆς διανοίας τῆς σῆς· ἐὰν γὰρ τοῦτο ποιήσῃς μόνον καὶ ἀποστῇς τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, τουτέστι τῆς παλαιᾶς ζύμης καὶ τῆς κακίας ἐν ᾖ κατεδαπανήθης καὶ κατηνάλωσάς σου τὴν τῆς ψυχῆς ὥραν μετὰ τῆς τοῦ σώματος, ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.