Ancient Greek · ~3 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.1
Not analysed yet
Φέρε δὴ πάλιν τοῖς εἰς τὸ ἴδιον τοῦ Χριστοῦ ἀπογραψαμένοις μικρά τινα διαλεχθῶμεν, δεικνύντες αὐτοῖς καὶ τῶν ὅπλων ὧν μέλλουσιν ὑποδέχεσθαι τὴν δύναμιν καὶ τοῦ φιλανθρώπου Θεοῦ τὴν ἄφατον ἀγαθότητα ἣν περὶ τὸ τῶν ἀνθρώπων ἐπιδείκνυται γένος, ἵνα μετὰ πολλῆς τῆς πίστεως καὶ τῆς πληροφορίας προσελθόντες δαψιλεστέρας ἀπολαύσωσι τῆς φιλοτιμίας. Ἐννόησον γάρ μοι, ἀγαπητέ, ἐξ αὐτῶν τῶν προοιμίων τῆς ἀγαθότητος τὴν ὑπερβολήν. Εἰ γὰρ μηδέπω καμόντας μηδὲ ἐπιδειξαμένους τι γενναῖον τοσαύτης ἀξιοῖ τῆς δωρεᾶς καὶ τὰ ἐν παντὶ χρόνῳ πεπλημμελημένα ἀφίησιν, εἰ μετὰ τὴν τοσαύτην φιλοτιμίαν εὐγνώμονες γενόμενοι τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν βουληθείητε, πόσης ὑμᾶς εἰκὸς ἀξιωθῆναι παρὰ τοῦ φιλανθρώπου Θεοῦ τῆς ἀμοιβῆς;