Ancient Greek
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.2
Not analysed yet
Ἐπὶ μὲν οὖν τῶν ἀνθρωπίνων πραγμάτων οὐδέν ἐστι τοιοῦτον ἰδεῖν γινόμενόν ποτε, ἀλλὰ πολλοὶ πολλάκις μετὰ τοὺς πολλοὺς πόνους καὶ τὰς ταλαιπωρίας ἃς ὑφίστανται ἐλπίδι τῶν ἀμοιβῶν κεναῖς οἴκαδε ἀναχωροῦσι χερσίν, ἢ τῶν προσδοκηθέντων ἀμείβεσθαι ἀγνωμόνων γενομένων περὶ τοὺς πολλὰ κεκμηκότας ἢ καὶ πολλάκις προαναρπασθέντων ἐκ τοῦ μέσου καὶ μὴ δυνηθέντων ἀποπληρῶσαι τὸν οἰκεῖον σκοπόν. Ἐπὶ δὲ τοῦ δεσπότου τοῦ ἡμετέρου οὐ μόνον οὐδέν ἐστι τοιοῦτον ὑποπτεῦσαί ποτε, ἀλλὰ καὶ πρὶν ἢ ἄρξασθαι ἡμᾶς τῶν πόνων καὶ ἐπιδείξασθαι τὰ παρ' ἑαυτῶν, προλαμβάνων τὴν οἰκείαν φιλοτιμίαν ἐπιδείκνυται ἵνα ταῖς εὐεργεσίαις ταῖς πολλαῖς ἐπισπάσηται ἡμᾶς πρὸς τὴν τῆς οἰκείας σωτηρίας πρόνοιαν.