Ancient Greek · ~3 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.19
Not analysed yet
Δακρῦσαί μοι νῦν ἔπεισι καὶ ἀνοιμῶξαι μέγα· ἐνενόησα γὰρ τὴν ἡμέραν ἐκείνην καθ' ἣν καὶ αὐτὸς κατηξιώθην ταύτην ἀφεῖναι τὴν φωνὴν καὶ λογισάμενος τὸ φορτίον τῶν ἁμαρτημάτων ὃ ἐξ ἐκείνου μέχρι τοῦ νῦν συνέλεξα, συγχέομαι τὴν διάνοιαν καὶ δάκνομαι τὸν λογισμὸν ὁρῶν ὅσην ἐμαυτοῦ τὴν αἰσχύνην κατεσκέδασα διὰ τῆς μετὰ ταῦτα ῥᾳθυμίας. Διὸ καὶ πάντας ὑμᾶς παρακαλῶ φιλοτιμίαν τινὰ περὶ ἐμὲ ἐπιδείξασθαι καὶ ἐπειδὰν μέλλητε συντυγχάνειν τῷ βασιλεῖ, δέξεται γὰρ ὑμᾶς μετὰ πολλῆς σφοδρότητος καὶ ἐνδύσει τὴν βασιλικὴν ἐκείνην στολὴν καὶ παρέξει δωρεὰς ὅσας καὶ οἵας ἂν βούλησθε, μόνον ἐὰν πνευματικὰ ζητήσωμεν, αἰτῆσαι χάριν καὶ ὑπὲρ ἡμῶν ὥστε τῶν ἡμαρτημένων ἡμῖν μὴ ἀπαιτῆσαι εὐθύνας ἀλλὰ συγγνώμην δόντα εἰς τὸ ἑξῆς τῆς παρ' αὐτοῦ ἀξιῶσαι ῥοπῆς. Ἀλλὰ τοῦτο μὲν ὅτι ποιήσετε, φιλόστοργοί τινες ὄντες περὶ τοὺς ὑμετέρους διδασκάλους, οὐκ ἀμφιβάλλω.