Ancient Greek · ~2 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.18
Not analysed yet
Ὅρα δὲ πάλιν ἐνταῦθα τῆς αἰχμαλωσίας τὸ σχῆμα· εἰσάγοντες γὰρ ὑμᾶς οἱ ἱερεῖς πρότερον μὲν κελεύουσι τὰ γόνατα κλίναντας καὶ τὰς χεῖρας ἀνατείναντας εἰς τὸν οὐρανὸν οὕτω προσεύχεσθαι καὶ διὰ τοῦ σχήματος ἑαυτοὺς ὑπομιμνήσκειν τίνος μὲν ἀπαλλάττεσθε, τίνι δὲ μέλλετε ἑαυτοὺς προσνέμειν. Εἶτα καθ' ἕκαστον ἐρχόμενος ὁ ἱερεὺς ἀπαιτεῖ τὰς συνθήκας καὶ τὰς ὁμολογίας καὶ λέγειν παρασκευάζει τὰ φοβερὰ ἐκεῖνα ῥήματα καὶ φρίκης γέμοντα· «Ἀποτάσσομαί σοι, σατανᾶ.»