Ancient Greek · ~2 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.25
Not analysed yet
Μετὰ τὴν ἀλοιφὴν τοίνυν ταύτην εἰς τὰ ἱερὰ νάματα καθίησιν, ὁμοῦ καὶ θάπτων τὸν παλαιὸν ἄνθρωπον καὶ ἀνιστὰς τὸν νέον τὸν ἀνακαινούμενον κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. Τότε λοιπὸν διὰ τῶν ῥημάτων τοῦ ἱερέως καὶ τῆς τούτου χειρὸς ἡ ἐπιφοίτησις ἐφίπταται τοῦ Πνεύματος τοῦ ἁγίου καὶ ἄλλος ἀντ' ἄλλου ἄνεισι, πάντα τὸν ῥύπον τῶν ἁμαρτημάτων ἀποσμηξάμενος καὶ ἀποδυσάμενος τὸ παλαιὸν τῆς ἁμαρτίας ἱμάτιον καὶ ἐνδυσάμενος τὴν ἐσθῆτα τὴν βασιλικήν.