Ancient Greek
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.26
Not analysed yet
Καὶ ἵνα μάθῃς καὶ ἐντεῦθεν ὡς μία ἡ οὐσία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὕτω καὶ ἡ τοῦ βαπτίσματος γίνεται παράδοσις. Ἐπιφωνοῦντος γὰρ τοῦ ἱερέως· «Βαπτίζεται ὁ δεῖνα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος», τρίτον τὴν κεφαλὴν καθίησι καὶ ἀνίησι, διὰ τῆς μυστικῆς ταύτης τελετῆς τὴν τοῦ Πνεύματος παρασκευάζων ἐπιφοίτησιν δέξασθαι. Οὐδὲ γὰρ ὁ ἱερεύς ἐστι μόνος ὁ τῆς κεφαλῆς ἐφαπτόμενος ἀλλὰ καὶ ἡ τοῦ Χριστοῦ δεξιά. Καὶ τοῦτο καὶ ἐξ αὐτῶν τῶν ῥημάτων τοῦ βαπτίζοντος δείκνυται· οὐδὲ γὰρ λέγει· «Βαπτίζω ἐγὼ τὸν δεῖνα» ἀλλά· «Βαπτίζεται ὁ δεῖνα», δεικνὺς ὅτι αὐτὸς μόνον διάκονος γίνεται τῆς χάριτος καὶ τὴν χεῖρα τὴν ἑαυτοῦ παρέχει, ἐπειδὴ εἰς τοῦτο παρὰ τοῦ Πνεύματος τέτακται. Ὁ δὲ πάντα πληρῶν ἐστιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα, ἡ Τριὰς ἡ ἀδιαίρετος. Ἡ εἰς ταύτην τοίνυν πίστις τῶν ἁμαρτιῶν τὴν ἄφεσιν χαρίζεται, αὕτη ἡ ὁμολογία τὴν υἱοθεσίαν ἡμῖν δωρεῖται.