Ancient Greek · ~2 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.31
Not analysed yet
Ταῦτ' οὖν εἰδότες, ἀγαπητοί, μετὰ χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς πρὸς τὴν ὑποδοχὴν τῆς χάριτος ἑαυτοὺς εὐτρεπίσατε ἵνα καὶ ὑμεῖς δαψιλοῦς τῆς δωρεᾶς ἀπολαύσητε καὶ κοινῇ πάντες ἀξίαν τῆς χάριτος τὴν πολιτείαν ἐπιδειξάμενοι τῶν αἰωνίων καὶ ἀπορρήτων ἐπιτυχεῖν ἀγαθῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.