Ancient Greek · ~2 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.30
Not analysed yet
Καὶ ταύτῃ μάλιστα εἰς πλείονα αὐτὸν εὔνοιαν ἐπισπάσεσθε. Ὅταν γὰρ ἴδῃ τοσαύτην ὑμᾶς κηδεμονίαν ποιουμένους τῶν ὑμετέρων μελῶν καὶ τῆς τῶν λοιπῶν σωτηρίας φροντίζοντας, πολλῆς ὑμᾶς καὶ διὰ τοῦτο ἀξιώσει τῆς παρρησίας. Οὐδὲν γὰρ οὕτως αὐτὸν εὐφραίνει ὡς τὸ συμπαθεῖς ἡμᾶς εἶναι περὶ τὰ μέλη τὰ ἡμέτερα καὶ πολλὴν φιλοστοργίαν περὶ τοὺς ἀδελφοὺς ἐπιδείκνυσθαι καὶ τῆς σωτηρίας τῶν πλησίον πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν.