Ancient Greek · ~2 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.6
Not analysed yet
Καὶ ἵνα ἐπίτασιν αὐτῷ τῆς ὀδύνης ἐργάσηται καὶ ποιήσῃ αἴσθησιν λαβεῖν τοῦ οἰκείου πταίσματος, οὐ μακράν που αὐτὸν ἀπῴκισεν ἀλλὰ πλησίον τοῦ παραδείσου, ἀποτειχίσας αὐτῷ τὴν ἐκεῖσε εἴσοδον ἵνα καθ' ἑκάστην ὥραν ὁρῶν τίνων ἑαυτὸν δι' ἀπροσεξίαν ἀπεστέρησε, διηνεκοῦς ἀπολαύῃ νουθεσίας καὶ ἀσφαλέστερος εἰς τὸ ἑξῆς γένηται περὶ τὴν τῶν διδομένων ἐντολῶν φυλακήν. Ὅταν γὰρ ἐν ἀπολαύσει τῶν ἀγαθῶν ὄντες μὴ αἰσθανώμεθα ὃν χρὴ τρόπον τῆς εὐεργεσίας, ἐπειδὰν ἐν στερήσει αὐτῶν γενώμεθα, τότε πλείονα τὴν αἴσθησιν λαμβάνοντες ἐκ τῆς ἀφαιρέσεως μείζονα καὶ τὴν ὀδύνην ὑπομένομεν. Ὃ δὴ καὶ ἐπὶ τοῦ πρωτοπλάστου τότε γέγονεν.