Ancient Greek · ~2 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.5
Not analysed yet
Ἡ ἄνεσις ἡ πολλὴ καὶ ἡ ἄδεια εἰς τοσαύτην σε παρακοὴν ἤγαγε καὶ ἐποίησεν ἐπιλαθέσθαι τῶν ἐμῶν ἐντολῶν, καὶ τὸ μηδὲν ἔχειν ποιεῖν παρεσκεύασέ σε πλέον τι τῆς οἰκείας φύσεως ἐννοῆσαι, «πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία», διὰ τοῦτο πόνῳ σε καὶ ταλαιπωρίᾳ καταδικάζω ἵνα τὴν γῆν ἐργαζόμενος ὑπόμνησιν ἔχῃς διηνεκῆ καὶ τῆς παρακοῆς καὶ τῆς εὐτελείας τῆς οἰκείας φύσεως. Ἐπειδὴ γὰρ μεγάλα ἐφαντάσθης καὶ ἐπὶ τῶν οἰκείων ὅρων μεῖναι οὐκ ἠβουλήθης, διὰ τοῦτο ἐξ ἧς γῆς ἐλήφθης ἐκεῖσε πάλιν ἐπανελθεῖν κελεύω· «Γῆ γὰρ εἶ φησι καὶ εἰς γῆν ἀπελεύσῃ.»