Ancient Greek · ~2 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.8
Not analysed yet
Ἀλλ' ὅπερ ἐξ ἀρχῆς ἔλεγον διὸ καὶ ταῦτα εἰπεῖν προήχθην, εἰ τοίνυν τὸν εἰς τὰς τοσαύτας εὐεργεσίας ἀγνώμονα γενόμενον τοσαύτης πάλιν ἠξίωσε τῆς ἑαυτοῦ φιλανθρωπίας, ἐὰν ὑμεῖς οἱ τοῦ Χριστοῦ στρατιῶται περὶ τὰς παρεχομένας ὑμῖν ἀφάτους ταύτας δωρεὰς εὐγνώμονες γενέσθαι σπουδάσητε καὶ περὶ τὴν φυλακὴν τῶν παρασχεθέντων διαγρηγορήσητε, πόσης εἰπέ μοι τεύξεσθε τῆς παρ' αὐτοῦ φιλοτιμίας μετὰ τὴν φυλακήν; Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκώς· «Τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται.» Ὁ γὰρ περὶ τὰ ἤδη δοθέντα ἄξιον ἑαυτὸν ἀπεργαζόμενος δίκαιος ἂν εἴη καὶ μειζόνων ἀπολαῦσαι.