Ancient Greek · ~3 min
Catechesis 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 2.9
Not analysed yet
Πάντες τοίνυν ὅσοι κατηξιώθητε ἐγγραφῆναι τῇ ἐπουρανίῳ ταύτῃ βίβλῳ, δαψιλῆ τὴν πίστιν εἰσενέγκατε καὶ ἐρρωμένον τὸν λογισμόν. Πίστεως γὰρ δεῖται τὰ ἐνταῦθα γινόμενα καὶ τῶν τῆς ψυχῆς ὀφθαλμῶν ὥστε μὴ τοῖς ὁρωμένοις μόνον προσέχειν ἀλλ' ἀπὸ τούτων φαντάζεσθαι τὰ μὴ ὁρώμενα. Τοιοῦτοι γὰρ οἱ τῆς πίστεως ὀφθαλμοί· καθάπερ γὰρ οἱ τοῦ σώματος ἐκεῖνα μόνα ὁρᾶν δύνανται τὰ τῇ αἰσθήσει ὑποπίπτοντα, οὕτω καὶ οἱ τῆς πίστεως ἀπεναντίας ἐκείνοις. Οὐδὲν γὰρ τῶν ὁρωμένων βλέπουσιν ἀλλὰ τὰ μὴ βλεπόμενα ὡς πρὸ τῶν ὀφθαλμῶν κείμενα οὕτως ὁρῶσι. Τοῦτο γάρ ἐστι πίστις τὸ τοῖς μὴ ὁρωμένοις ὡς ὁρωμένοις προσέχειν. «Ἔστι γάρ, φησί, πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων.»