Ancient Greek · ~2 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.14
Not analysed yet
Τί οὖν ὁ Μωϋσῆς; «Θύσατε, φησίν, ἀμνὸν ἄμωμον καὶ τὸ αἷμα αὐτοῦ ἐπιχρίσατε ταῖς θύραις.» Τί λέγεις; Αἷμα ἀλόγου σῴζειν ἀνθρώπους τοὺς λογικοὺς οἶδε; Ναί, φησίν, οὐκ ἐπειδὴ αἷμά ἐστιν ἀλλ' ἐπειδὴ τοῦ αἵματος τοῦ δεσποτικοῦ τύπος ἐστί. Καθάπερ γὰρ οἱ ἀνδριάντες οἱ βασιλικοὶ ἄψυχοι ὄντες καὶ ἀναίσθητοι τοὺς καταφεύγοντας εἰς αὐτοὺς ἀνθρώπους αἰσθητικοὺς καὶ ἐμψύχους ὄντας διασῴζουσιν, οὐκ ἐπειδὴ χαλκός εἰσιν ἀλλ' ἐπειδὴ εἰκὼν τοῦ βασιλέως εἰσίν, οὕτω δὴ καὶ τὸ αἷμα ἐκεῖνο τὸ ἀναίσθητον καὶ ἄψυχον τοὺς ψυχὴν ἔχοντας ἀνθρώπους ἔσωσεν, οὐκ ἐπειδὴ αἷμα ἦν ἀλλ' ἐπειδὴ τοῦ αἵματος τούτου τύπος ἦν.