Ancient Greek · ~2 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.13
Not analysed yet
Βούλει τοίνυν τοῦ αἵματος τούτου μαθεῖν τὴν ἰσχύν; Ἀναδράμωμεν ἐπὶ τὸν τύπον αὐτοῦ, ἐπὶ τὰ παλαιὰ διηγήματα τὰ ἐν Αἰγύπτῳ. Δεκάτην ἔμελλε πληγὴν ἐπάγειν ὁ Θεὸς τοῖς Αἰγυπτίοις· τὰ πρωτότοκα γὰρ αὐτῶν ἐβούλετο ἀνελεῖν ἐπειδὴ τὸν πρωτότοκον αὐτοῦ κατεῖχον λαόν. Τί οὖν ἵνα γένηται ὥστε μὴ συμπλέκεσθαι τοὺς Ἰουδαίους τοῖς Αἰγυπτίοις, ἐπειδὴ εἷς κατεῖχεν αὐτοὺς τόπος; Μάθε τοῦ τύπου τὴν δύναμιν ἵνα μάθῃς καὶ τῆς ἀληθείας τὴν ἰσχύν. Πληγὴ θεήλατος ἔμελλεν ἄνωθεν φέρεσθαι καὶ ὁ ὀλοθρεύων ἐπῄει ταῖς οἰκίαις.