Ancient Greek · ~2 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.20
Not analysed yet
Ἐπεὶ οὖν τοσαύτης ἀπελαύσαμεν δωρεᾶς πολλὴν ἐπιδειξώμεθα τὴν σπουδὴν καὶ ἀναμνησθῶμεν τῶν συνθηκῶν ὧν ἐθέμεθα πρὸς αὐτόν. Ὑμῖν λέγω καὶ τοῖς νῦν μεμυημένοις καὶ τοῖς πάλαι καὶ πρὸ πολλῶν ἐτῶν· κοινὸς γὰρ πρὸς πάντας ἡμᾶς ὁ λόγος ἐπειδὴ καὶ πάντες ἐθέμεθα πρὸς αὐτὸν συνθήκας ἃς ἐγράψαμεν οὐ μέλανι ἀλλὰ πνεύματι, οὐ καλάμῳ ἀλλὰ γλώττῃ. Τούτῳ γὰρ τῷ καλάμῳ αἱ συνθῆκαι αἱ πρὸς τὸν Θεὸν γράφονται· διὰ τοῦτο καὶ ὁ Δαβίδ φησιν· «Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.» Ὡμολογήσαμεν αὐτοῦ τὴν δεσποτείαν, ἠρνησάμεθα τὴν τυραννίδα τὴν διαβολικήν, τοῦτο χειρόγραφον ἐγένετο, τοῦτο συνθήκη, τοῦτο γραμματεῖον.