Ancient Greek · ~3 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.21
Not analysed yet
Ὁρᾶτε μὴ πάλιν ὑποχείριοι γενώμεθα τῷ γραμματείῳ τούτῳ. Ἦλθεν ἅπαξ ὁ Χριστός, εὗρεν ἡμῶν χειρόγραφον πατρῷον ὅπερ ἔγραψεν ὁ Ἀδάμ. Ἐκεῖνος τὴν ἀρχὴν εἰσήνεγκε τοῦ χρέους, ἡμεῖς τὸ δάνειον ηὐξήσαμεν ταῖς μετὰ ταῦτα ἁμαρτίαις. Κατάρα ἦν ἐκεῖ καὶ ἁμαρτία καὶ θάνατος καὶ νόμου κατάκρισις· πάντα ταῦτα ἀνεῖλεν ὁ Χριστὸς καὶ συνεχώρησε. Καὶ βοᾷ ὁ Παῦλος λέγων· «Τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἀπὸ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ.» Οὐκ εἶπεν ἀπαλείψας αὐτό, οὐκ εἶπεν χαράξας ἀλλὰ προσηλώσας αὐτὸ τῷ σταυρῷ, ἵνα μηδὲ ἴχνος αὐτοῦ μείνῃ. Διὰ τοῦτο οὐκ ἀπήλειψεν ἀλλὰ διέρρηξεν· οἱ γὰρ ἧλοι τοῦ σταυροῦ διέρρηξαν αὐτὸ καὶ διέφθειραν ἵνα ἄχρηστον γένηται τοῦ λοιποῦ.