Ancient Greek
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.27
Not analysed yet
Ἐπεὶ οὖν τοιαύτη μὲν ἐνταῦθα ἡ πηγή, τοιαύτη δὲ ἡ ζωὴ καὶ μυρίων ἡ τράπεζα γέμει τῶν ἀγαθῶν καὶ πανταχόθεν ἡμῖν βρύει τὰ δῶρα τὰ πνευματικά, μετὰ ἀληθινῆς καρδίας προσέλθωμεν, μετὰ συνειδότος καθαροῦ, ἵνα λάβωμεν χάριν καὶ ἔλεον εἰς εὔκαιρον βοήθειαν· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Υἱοῦ, κυρίου δὲ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι δόξα, τιμή, κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.