Ancient Greek · ~3 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.26
Not analysed yet
Τί γὰρ τὸ τεκμήριον τοῦ Μωϋσέως ἐκείνου; «Ἦν γάρ, φησίν, Μωσῆς πραότερος ἁπάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς.» Τοῦτό τις εἰπὼν καὶ περὶ τούτου τοῦ Μωϋσέως οὐκ ἂν ἁμάρτοι. Καὶ γὰρ καὶ τούτῳ συμπαρῆν τὸ πραότατον Πνεῦμα ὡς ὁμοούσιον καὶ συγγενές. Μωϋσῆς τότε ἀνέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν καὶ κατήνεγκεν ἄρτον ἀγγέλων τὸ μάννα. Οὗτος ὁ Μωϋσῆς ἀνατείνων τὰς χεῖρας εἰς τὸν οὐρανὸν φέρει τὴν αἰώνιον τροφήν. Ἐκεῖνος ἔπληξε τὴν πέτραν καὶ ἐξέβαλε ποταμοὺς ὑδάτων· οὗτος ἅπτεται τῆς τραπέζης, πλήττει τὴν νοητὴν τράπεζαν καὶ πηγὰς πνεύματος ἀναβλύζειν ποιεῖ. Διὰ τοῦτο καθάπερ πηγὴ ἐν τῷ μέσῳ ἡ τράπεζα κεῖται, ἵνα πανταχόθεν τὰ ποίμνια περιρρέῃ τὴν πηγήν, ἵνα ἀπολαύῃ τῶν σωτηρίων ναμάτων.