Ancient Greek · ~2 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.4
Not analysed yet
Πυρώδης τῶν ἄστρων ἐκείνων ἡ φύσις, πυρώδης καὶ τούτων τῶν ἄστρων ἡ οὐσία. Ἀλλ' ἐκεῖ μὲν πῦρ αἰσθητόν, ἐνταῦθα δὲ πῦρ νοητόν. «Αὐτὸς ὑμᾶς βαπτίσει, φησίν, ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Βούλει καὶ τὰ ὀνόματα ἑκατέρων μαθεῖν; Ἐν ἐκείνοις τοῖς ἄστροις εἰσὶ ταῦτα τὰ ὀνόματα ὠρίων, ἀρκτοῦρος, ἕσπερος καὶ φωσφόρος· ἐν δὲ τοῖς ἄστροις τούτοις ἕσπερος μὲν οὐδείς, φωσφόροι δὲ πάντες.