Ancient Greek · ~2 min
Catechesis 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 3.5
Not analysed yet
«Εὐλογητὸς ὁ Θεός», πάλιν εἴπωμεν, «ὁ ποιῶν θαυμάσια μόνος», ὁ ποιῶν πάντα καὶ μετασκευάζων αὐτά. Οἱ πρὸ τῆς χθὲς αἰχμάλωτοι, νῦν ἐλεύθεροι καὶ πολῖται τῆς ἐκκλησίας· οἱ πρώην ἐν αἰσχύνῃ ἁμαρτιῶν, νῦν ἐν παρρησίᾳ καὶ δικαιοσύνῃ. Οὐ γὰρ ἐλεύθεροι μόνον ἀλλὰ καὶ ἅγιοι, οὐχ ἅγιοι μόνον ἀλλὰ καὶ δίκαιοι, οὐ δίκαιοι μόνον ἀλλὰ καὶ υἱοί, οὐχ υἱοὶ μόνον ἀλλὰ καὶ κληρονόμοι, οὐ κληρονόμοι μόνον ἀλλὰ καὶ ἀδελφοὶ τοῦ Χριστοῦ, οὐκ ἀδελφοὶ τοῦ Χριστοῦ μόνον ἀλλὰ καὶ συγκληρονόμοι, οὐ συγκληρονόμοι μόνον ἀλλὰ καὶ μέλη, οὐ μέλη μόνον ἀλλὰ καὶ ναός, οὐ ναὸς μόνον ἀλλὰ καὶ ὄργανα τοῦ Πνεύματος.