Ancient Greek
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.12
Not analysed yet
Ἠκούσατε γὰρ σήμερον τοῦ μακαρίου Παύλου τοῦ νυμφαγωγοῦ τῆς ἐκκλησίας γράφοντος καὶ λέγοντος· «Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις»· οὐχ ἵνα περὶ τῆς αἰσθητῆς ταύτης κτίσεως νομίσωμεν εἶναι τὸ εἰρημένον, διὰ γὰρ τοῦτο προσέθηκεν· «εἴ τις ἐν Χριστῷ» διδάσκων ἡμᾶς ὅτι εἴ τις πρὸς τὴν εἰς τὸν Χριστὸν πίστιν μετετάξατο, καινὴν κτίσιν ἡμῖν ἐπιδείκνυσι. Τί γὰρ ὄφελος, εἰπέ μοι, τοσοῦτον καινὸν ἰδεῖν οὐρανὸν καὶ τὰ ἄλλα τῆς κτίσεως μέρη, ὅσον κέρδος ἄνθρωπον ἰδεῖν ἀπὸ κακίας ἐπὶ ἀρετὴν μεταστάντα καὶ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν μεταταξάμενον. Τοῦτο γὰρ καινὴν κτίσιν καὶ ὁ μακάριος οὗτος ὠνόμασε, διὸ καὶ ἐπήγαγεν εὐθέως· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά», μονονουχὶ δεικνὺς ὅτι καθάπερ ἱμάτιον παλαιὸν ἀποδυσάμενοι τῶν ἁμαρτημάτων τὸ φορτίον διὰ τῆς εἰς τὸν Χριστὸν πίστεως, τὸ καινὸν τοῦτο καὶ φαιδρὸν ἱμάτιον καὶ τὴν στολὴν τὴν βασιλικὴν περιέθεντο οἱ τῆς πλάνης ἐλευθερωθέντες καὶ τῷ φωτὶ τῆς δικαιοσύνης καταυγασθέντες· διὰ τοῦτο ἔλεγεν· «εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά».