Ancient Greek
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.11
Not analysed yet
Τοῦτον δή, παρακαλῶ, καὶ ὑμεῖς μιμήσασθε, οἱ τὸν τοῦ Χριστοῦ ζυγὸν νῦν ὑπελθεῖν καταξιωθέντες καὶ τῆς υἱοθεσίας ἀπολαύσαντες, καὶ τοσαύτην ἐκ προοιμίων εὐθέως ἐπιδείξασθε τὴν θερμότητα καὶ τὴν εἰς τὸν Χριστὸν πίστιν ἵνα πλείονα ἐφελκύσησθε τὴν ἄνωθεν χάριν καὶ τὸ παρασχεθὲν ὑμῖν ἔνδυμα φαιδρότερον ἀπεργάσησθε καὶ δαψιλοῦς ἀπολαύσητε τῆς εὐνοίας τῆς παρὰ τοῦ δεσπότου. Εἰ γὰρ μηδέπω μηδὲν ἐργασαμένους ἀγαθὸν ἀλλὰ καὶ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντας ἐπικείμενα τοσούτων ἠξίωσε δωρεῶν, τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, οὐ γὰρ μόνον ἁμαρτημάτων ἀπήλλαξε καὶ δικαιοσύνην ἐχαρίσατο ἀλλὰ καὶ ἁγίους ἀπέδειξε καὶ υἱοθεσίαν παρέσχεν, εἰ τοίνυν προλαβὼν τοσαῦτα ἐδωρήσατο, εἰ τὰ παρ' ἑαυτῶν μετὰ τοσαύτας δωρεὰς εἰσενεγκεῖν σπουδάσετε καὶ μετὰ τῆς φυλακῆς τῶν ἤδη παρασχεθέντων καὶ πολιτείας ἀκρίβειαν ἐπιδείξεσθε, πῶς οὐ μείζονος πάλιν ἀξιωθήσεσθε τῆς φιλοτιμίας;