Ancient Greek
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.14
Not analysed yet
Εἶδες πῶς ὄντως καινὴ κτίσις ἐστὶ τὸ γεγενημένον; Ἡ γὰρ τοῦ Θεοῦ χάρις ἐπεισελθοῦσα μετέπλασε καὶ μετερρύθμισε τὰς ψυχὰς καὶ ἄλλας ἀντ' ἄλλων αὐτὰς εἰργάσατο, οὐ τὴν οὐσίαν μεταβαλοῦσα ἀλλὰ τὴν προαίρεσιν μετασκευάσασα καὶ τῶν ὀφθαλμῶν τῆς διανοίας τὸ κριτήριον οὐκ ἀφιεῖσα λοιπὸν ἐναντίαν περὶ τῶν πραγμάτων ἔχειν τὴν ὑπόληψιν, ἀλλὰ καθάπερ λήμην τινὰ τῶν ὀφθαλμῶν ἀποσκεδάσασα παρέσχεν ἀκριβῶς ὁρᾶν καὶ τῆς κακίας τὸ δυσειδὲς καὶ ἄμορφον καὶ τῆς ἀρετῆς τὴν πολλὴν εὐμορφίαν καὶ τὴν φαιδρότητα.