Ancient Greek
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.15
Not analysed yet
Εἶδες πῶς καθ' ἑκάστην ἡμέραν καινὴν ἐργάζεται κτίσιν ὁ δεσπότης; Τίς γὰρ ἕτερος ἔπεισεν, εἰπέ μοι, τὸν πᾶσαν τὴν ζωὴν πολλάκις καταναλώσαντα εἰς τὰς τοῦ βίου ἡδυπαθείας καὶ λίθους προσκυνοῦντα καὶ ξύλα καὶ ταῦτα θεοὺς ἡγούμενον, ἀθρόον εἰς τοσοῦτον ὕψος ἀρετῆς ἀναδραμεῖν ὡς ἐκείνων μὲν ἁπάντων ὑπεριδεῖν καὶ καταγελᾶν καὶ τοὺς λίθους λίθους ὁρᾶν ὡσαύτως καὶ τὰ ξύλα ξύλα, τὸν δὲ τῶν ὅλων δημιουργὸν προσκυνεῖν καὶ τὴν εἰς αὐτὸν πίστιν τῶν ἐν τῷ παρόντι βίῳ πάντων προτιμᾶν.