Ancient Greek
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.18
Not analysed yet
Ὥσπερ γὰρ ἐκεῖνοι ἐπὶ τῆς ἐσθῆτος κατὰ τοῦ στήθους τὰς μορφὰς δεικνύντες τὰς βασιλικὰς πᾶσι φανεροὶ καθεστήκασιν, οὕτω καὶ ἡμεῖς εἰ βουληθείημεν, οἱ ἅπαξ τὸν Χριστὸν ἐνδυσάμενοι καὶ ἔνοικον αὐτὸν ἔχειν καταξιωθέντες, δυνησόμεθα διὰ τῆς τοῦ βίου ἀκριβείας καὶ σιγῶντες ἅπασι δεικνύναι τοῦ ἐνοικοῦντος ἐν ἡμῖν τὴν δύναμιν. Καὶ ὃν τρόπον νῦν ἡ τῆς ἐσθῆτος ὑμῶν περιβολὴ καὶ τὸ φαιδρὸν τῶν ἱματίων πάντων ἐπισπᾶται τὰς ὄψεις, οὕτω καὶ εἰς τὸ διηνεκές, εἰ βουληθείητε, δυνήσεσθε τὴν φαιδρότητα τοῦ ἐνδύματος τοῦ βασιλικοῦ διατηροῦντες, ἀκριβέστερον ἢ νῦν διὰ τῆς κατὰ Θεὸν πολιτείας καὶ τῆς πολλῆς ἀκριβείας τοὺς ὁρῶντας ἅπαντας εἰς τὸν ὅμοιον ἐπισπάσεσθαι ζῆλον καὶ εἰς τὴν τοῦ δεσπότου δοξολογίαν.