Ancient Greek
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.19
Not analysed yet
Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Εἶδες πῶς παραινεῖ λάμπειν τὸ φῶς τὸ ἐν ἡμῖν οὐ διὰ τῶν ἱματίων ἀλλὰ διὰ τῶν ἔργων; Εἰπὼν γάρ· «Λαμψάτω τὸ φῶς ὑμῶν», ἐπήγαγεν· «ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν.» Τοῦτο τὸ φῶς οὐ μέχρι τῶν σωματικῶν αἰσθήσεων ἵσταται, ἀλλὰ καὶ τὰς ψυχὰς τῶν ὁρώντων καὶ τὴν διάνοιαν καταυγάζει καὶ τῆς κακίας τὸ σκότος διασκεδάσαν πρὸς τὴν ἔλλαμψιν τοῦ οἰκείου φωτὸς καὶ τὴν τῆς ἀρετῆς μίμησιν ἐπισπᾶται τοὺς ἐντυγχάνοντας.