Ancient Greek · ~3 min
Catechesis 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 4.20
Not analysed yet
«Λαμψάτω, φησί, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων.» Καὶ καλῶς εἶπεν «ἔμπροσθεν τῶν ἀνθρώπων». Τοσοῦτον ὑμῶν ἔστω, φησί, τὸ φῶς ὥστε μὴ μόνον ὑμᾶς καταλάμπειν ἀλλὰ καὶ ἔμπροσθεν τῶν ἀνθρώπων φαίνειν τῶν δεομένων τῆς τούτου χορηγίας. Ὥσπερ οὖν τὸ αἰσθητὸν τοῦτο φῶς φυγαδεύει τὸ σκότος καὶ ὀρθὰ ποιεῖ βαδίζειν τοὺς τὴν αἰσθητὴν ταύτην ὁδεύοντας ὁδόν, οὕτω καὶ τὸ νοητὸν φῶς τὸ ἐκ τῆς ἀρίστης πολιτείας τοὺς ὑπὸ τοῦ σκότους τῆς πλάνης τὸ ὄμμα τῆς διανοίας τεθολωμένον ἔχοντας καὶ οὐ δυναμένους ἀκριβῶς ἰδεῖν τῆς ἀρετῆς τὴν ὁδὸν καταυγάζει καὶ τὴν λήμην τῶν ὀφθαλμῶν τῆς διανοίας ἀποκαθαίρει καὶ πρὸς τὴν εὐθεῖαν ἄγει καὶ ποιεῖ βαδίζειν λοιπὸν ἐπὶ τὴν τῆς ἀρετῆς ὁδόν.